LXX PSALM 01 AUDIO BIBLE
반응형
LXX PSALM 01 AUDIO BIBLE
셉투아진타 시편 1편 낭독동영상입니다. 속도가 빠릅니다. 관리에서 속도를 조절할 수 있습니다.
1μακάριος ἀνήρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν
2 ἀλλ' ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός
3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται
4 οὐχ οὕτως οἱ ἀσεβεῖς οὐχ οὕτως ἀλλ' ἢ ὡς ὁ χνοῦς ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς
5 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων
6 ὅτι γινώσκει κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται
반응형
그리드형
'BIble Note' 카테고리의 다른 글
사해 문서(死海文書, Dead Sea Scrolls, DSS) (0) | 2019.06.15 |
---|---|
제2성전 시기(신구약 중간사) 역사 개요 (0) | 2019.05.18 |
[외경] 솔로몬의 시편(헬라어) (0) | 2019.03.19 |
구약의 5대제사 5. 속건제(Guilt Offering) (0) | 2019.03.16 |
구약의 5대제사 4. 속죄제(Sin Offering) (0) | 2019.03.16 |
댓글